ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΙ ΣΤΙΓΜΑΣΙ, ΚΑΙ ΩΡΑΙΟΙ ΕΝ ΚΑΛΛΕΣΙ

Λελαμπρυσμένοι στίγμασι, καὶ ὡραῖοι ἐν κάλλεσι, τῆς καλλοποιοῦ Μακάριοι ἀθλήσεως, Κυρίῳ παρίστασθε, στεφανηφόροι πάντοτε, αἴγλης τῆς ἐκεῖθεν, πεμπομένης πλουσίως, πληρούμενοι, καὶ πόθῳ, μελῳδοῦντες ἀπαύστως, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐν ἑαυτῷ μαινόμενος, ὁ παράφορος τύραννος, ὡς νενικημένος ταῖς ὑμῶν ἐνστάσεσι, τομῶς ἀποφαίνεται, θανατωθῆναι ξίφει ὑμᾶς· Τὸν Δημιουργὸν καὶ Λυτρωτὴν μελῳδοῦντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ τῆς Τριάδος πρόμαχοι, οἱ καλλίνικοι Μάρτυρες, οἱ τῆς ἀθεΐας τὸν κρυμὸν σκεδάσαντες, τῇ θέρμῃ τῆς πίστεως, τὰ τῶν πιστῶν προπύργια, ἄνθη τὰ τερπνὰ τοῦ νοητοῦ Παραδείσου, λιμένες τῶν ἐν ζάλῃ, οἱ ἀκλόνητοι στῦλοι, Ἀνδρόνικος καὶ Πρόβος,καὶ Τάραχος τιμάσθωσαν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ