ΚΑΡΠΟΥΣ ΠΡΟΣΕΝΗΝΟΧΑΣ ΘΕΩ, ΤΗ ΔΙΔΑΣΚΑΛΙΑ ΣΟΥ

Καρποὺς προσενήνοχας Θεῷ, τῇ διδασκαλίᾳ σου, τοὺς σεσωσμένους Ἀοίδιμε, σαυτὸν δὲ κάρπωμα, ἱερὸν προσῆξας, μαρτυρίου αἵματι, παμμάκαρ φοινιχθεὶς ἱερώτατε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Τὸν νοῦν ἐπερείσαντες Χριστῷ, ἀκλινεῖς ἐδείχθητε, ταῖς προσβολαῖς τῶν κολάσεων, οἰκείοις αἵμασι, πλάνης τοὺς προμάχους, ἄρδην κατακλύσαντες, καὶ ἔνδον Παραδείσου σκηνώσαντες, ὦ Ἱερώτατοι, ἱερεῖα ὡς ἀμώμητα, ὡς τῆς θείας, ἀμπέλου βλαστήματα.

Πυρὸς δυνατώτερον τὸν νοῦν, ἐξαφθέντες Μάρτυρες, ἐν τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κάρπε καὶ Πάπυλε, νοητοὶ φωστῆρες, τὸ πῦρ ἀπεσβέσατε, εἰδώλων βδελυρῶν θείᾳ χάριτι, δρόσῳ τῆς πίστεως, καὶ αἱμάτων ταῖς προσχύσεσι, τὸν χειμάρρουν, τρυφῆς ἐκληρώσασθε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ