ΑΗΤΤΗΤΟΝ ΦΡΟΝΗΜΑ, ΑΡΡΑΓΕΣΤΑΤΗΝ, ΨΥΧΗΣ
Ἀήττητον φρόνημα, ἀρραγεστάτην, ψυχῆς καρτερότητα, Ἀρτέμιε κτησάμενος, ἐχθρῶν πανουργεύματα, Μάρτυς κατήργησας, μέλπων ἐμμελέστατα· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ῥοαῖς τῶν αἱμάτων σου, τὴν ἐπηρμένην, βασάνων κατέσβεσας, πυρὰν Θεομακάριστε, καὶ δρόσῳ τοῦ Πνεύματος περιχεόμενος, χαίρων ἀνεκραύγαζες, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰάσεων χάριτας, ἀναπηγάζων, παθῶν ὑπεκκαύματα, σβεννύεις θείᾳ χάριτι, διώκεις δὲ πνεύματα ἐπιστασίαις σου, ἔνδοξε Ἀρτέμιε· διὸ μεγαλοφώνως σε μακαρίζομεν.