Ἰσχὺϊ νευρούμενοι Χριστοῦ, τὸν θάνατον ἀθλοφόροι οὐκ ἐπτήξατε, ἀλλὰ προθύμως ὑποθέντες, τοῖς ξίφεσιν αὐχένας ἠνύσατε, γενναίως τὸν ἀγῶνα τὸν ἔνθεον· ὅθεν ἀξίως μακαρίζεσθε.
Ὡς δύο ἀστέρες φαεινοί, φωτίζετε οἰκουμένης τὰ πληρώματα, θείαις τῶν ἄθλων λαμπηδόσι, Μαρκιανὲ σοφὲ καὶ Μαρτύριε, τὸ σκότος τῆς ζοφώδους αἱρέσεως, τῆς τοῦ Ἀρείου ἀπελαύνοντες.
Στεφάνους τῆς δόξης ἐκ Θεοῦ, νικήσαντες τὸν τυφλόνουν Μακεδόνιον, ἤδη εἰλήφατε ἀξίως, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασθε, ἡμῖν ἁμαρτιῶν ἐξαιτούμενοι, λύσιν τελείαν Ἀξιάγαστοι.
Ἡ μνήμη ἡ ἔνθεος ὑμῶν, ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον, πάντων φωτίζουσα καρδίας, τῶν ταύτην ἐκτελούντων Μακάριοι, ἐν ᾗ ἐκδυσωπεῖτε τὸν Κύριον, σκότους πταισμάτων ἡμᾶς ῥύσασθαι.