ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗΝ ΜΟΥ ΤΟΝ ΝΕΟΦΑΝΕΝΤΑ ΓΕΡΑΣΙΜΟΝ ΤΟΝ ΘΕΙΟΝ

Μεγάλυνον ψυχή μου τὸν νεοφανέντα Γεράσιμον τὸν θεῖον.

Νεῦσον πρὸς ἡμᾶς, πιστῶς ἀθροισθέντας τῷ σῷ Ναῷ, προσψαύοντας, ἐν πίστει καὶ πόθῳ, σορόν σου τὴν θείαν μάκαρ Γεράσιμε, καὶ ἐξ αὐτῆς παντὸς κακοῦ ῥῶσιν λαμβάνοντας, ταῖς λιταῖς σου ταῖς σεπταῖς πρὸς Κύριον, ἃς προσφέρων μὴ παύσῃ δεόμεθα.

Μεγάλυνον ψυχή μου τὸν ἐν τοῖς κινδύνοις ῥύστην καὶ προστάτην, Γεράσιμον τὸν θεῖον.

Νάουσαν πηγήν, σορόν σου Γεράσιμε, Χριστὸς ἀνέδειξε ἥνπερ καὶ ἀφθάρτισεν, εἰς δόξαν ὄντως λαμπρὰν ὁρώντων σε, τῶν ἰαμάτων χάριν τοῖς πάσχουσι βλύζουσαν, καὶ δαιμόνων φάλαγγας ἐλαύνουσαν, ἐξ ἀνθρώπων πιστῶς προσιόντων σοι.

Μεγάλυνον ψυχή μου τῆς Ὀρθοδοξιας τὸ καύχημα τὸ μέγα Γεράσιμον τὸν θεῖον.

Ηὔγασαν φαιδρῶς, καθάπερ ὁ Ἥλιος, θεῖοι ἀγῶνές σου, καὶ τὰ κατορθώματα, ἅπερ εἰργάσω πάτερ Γεράσιμε, δι' ἃ Χριστὸς ἀμείβων σε λαμπρῶς ἐδόξασε, σὺν Ἁγίοις ὅν περ καὶ δυσώπησον δι΄ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου.

Μεγάλυνον ψυχὴ τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.

Σὺ ὡς ἀληθῶς δοχεῖον τοῦ πνεύματος ἐδείχθης Δέσποινα, ὃν γὰρ οὐρανὸς καὶ γῆ χωρῆσαι ὅλως Θεὸν οὐ δύνανται, ἐν σῇ γαστρὶ ἐχώρησας· ὃν ἐξευμένισον, Γερασίμου καὶ ταῖς σαῖς δεήσεσι, δι' ἡμῶν τῶν πιστῶς ἀνυμνούντων σε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ