Τετάρτη 24 Οκτωβρίου 2012

ΟΥΚ ΕΝ ΤΩ ΝΟΜΩ ΠΕΦΥΚΕ, ΠΡΟΦΑΝΩΣ Η ΤΕΛΕΙΩΣΙΣ, ΑΛΛ' ΕΝ ΤΩ ΧΡΙΣΤΩ

Οὐκ ἐν τῷ νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες· ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ αὐτῷ μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.