ΑΥΤΟΚΙΝΗΤΟΝ ΟΡΓΑΝΟΝ, ΤΑΙΣ ΠΝΟΑΙΣ

Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἑβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ.

Ὡς φωστὴρ διαυγέστατος, τῷ πυρσῷ τῶν δογμάτων σου, καταλάμπεις ἅπασαν τὴν ὑφήλιον. Δαυϊτικῶς τὴν κινύραν σου, κινῶν ἐμελῴδησας, τῶν Ἁγίων τοῦ Χριστοῦ, ἀξιέπαινα ᾄσματα, καὶ ἐξέπεμψας, εἰς τὴν ἤπειρον πᾶσαν, διὰ τοῦτο, ἐδοξάσθης ἐπαξίως· Ἱερομύστα Θεόφανες.

Ἱερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς Βασιλέως τῷ μετώπῳ , ὡς ἐν τίτλῳ διεγράφης, σημειωθεὶς θείᾳ χάριτι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ