ΩΤΙΩΝ ΑΦΑΙΡΕΣΙΝ, ΥΠΕΣΤΗΣ ΧΑΙΡΩΝ ΤΑΡΑΧΕ

Ὠτίων ἀφαίρεσιν, ὑπέστης χαίρων Τάραχε ἔνδοξε, ὡς εὐήκοος δοῦλος, τοῦ κλίναντός σοι οὓς εὐμενέστατον, καὶ τὰς εὐχάς σου πληρώσαντος, κράζοντος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τεινόμενοι Μάρτυρες, καὶ ταῖς βασάνοις καταικιζόμενοι, σταθηρᾷ διανοίᾳ, τοῖς παρανόμοις ἀντικατέστητε· καὶ νικηφόροι γενόμενοι ψάλλετε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐπλήσθη τὸ πνεῦμά σου, ἐνθέου δρόσου καὶ ἀναψύξεως, ὁπηνίκα τὰς χεῖρας, πυρὶ καὶ κάραν καταφλεγόμενος, ὥσπερ οἱ Παῖδες ἐκραύγαζες Τάραχε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥαντίσματι Ἅγιοι, σεπτῶν αἱμάτων πλάνης τοὺς ἄνθρακας, κατασβέσαντες, δρόσον ἡμῖν ἐνθέου βλύζετε χάριτος, καὶ ἰαμάτων προχέετε νάματα, τοῖς εὐφημοῦσιν ὑμῶν, τὴν μνήμην πάντοτε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ