ΙΔΕΙΝ ΕΦΙΕΜΕΝΟΣ, ΤΑ ΚΑΛΛΗ ΤΑ ΟΥΡΑΝΙΑ
Ἰδεῖν ἐφιέμενος, τὰ κάλλη τὰ οὐράνια, τὰ φαινόμενα κόσμου κάλλη παρέδραμες, καὶ καλλοποιΐᾳ τῶν ἄθλων, ὡραϊσθείς, Ἀρτέμιε Μάρτυς, καλῶν τὸ ἀκρότατον, εὐφραινόμενος κατείληφας.
Ὡς ὄρθρος ὡς ἥλιος, ἡ μνήμη σου φωτίζουσα, τῶν πιστῶν τὰς καρδίας Μάκαρ ἀνέτειλε· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, φωτοειδής, ὤφθης κληρονόμος, σκεδάζων Ἀρτέμιε, τὴν ὁμίχλην τῶν ψυχῶν ἡμῶν.
Σκιρτήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, Ἀρτεμίου τῇ μνήμῃ τοῦ θείου Μάρτυρος, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῶ, ὄντι ἐν Ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει τοῦτον σέβοντας.
Ἡ θήκη σου βρύουσα, ἀπαύστως τὰ ἰάματα, τοὺς πιστοὺς προσκαλεῖται πόθῳ ἀρύσασθαι, εἰς σωματικὴν εὐρωστίαν, εἰς ψυχικήν, ὄντως σωτηρίαν, Παμμάκαρ, Ἀρτέμιε, πρεσβευτὰ τῶν εὐφημούντων σε.