ΑΘΛΟΥΣ ΘΕΑΣΑΜΕΝΟΣ, ΤΩΝ ΚΑΛΛΙΝΙΚΩΝ ΜΑΡΤΥΡΩΝ

Ἄθλους θεασάμενος, τῶν καλλινίκων Μαρτύρων, θάρσους θείου ἔμπλεως, γεγονὼς εἰσέδραμες εἰς τὸ στάδιον, καὶ Χριστὸν Οὔαρε, δι' ἡμᾶς ἄνθρωπσν, γεγονότα ἀνεκήρυξας, μὴ πτήξας θάνατον, μηδὲ τὰ προκείμενα βάσανα· διὸ καταικιζόμενος, καὶ ἀνηλεῶς συγκοπτόμενος, ἔχαιρες τελείῳ, νοῒ ἀποσκοπούμενος σοφέ, τὴν διαμένουσαν εὔκλειαν, τοῖς Θεὸν ποθήσασι.

Σάρκας σὺν τοῖς αἵμασι, καταπιπτούσας ἑώρας, καὶ ὡς ἄλλου πάσχοντος, Ἀθλητὰ διέκεισο γενναιότατε, προσδεθεὶς ξύλῳ γάρ, σπαραγμοὺς ἤνεγκας, ὑπ' ἀνόμων καρτερώτατα, Θεοῦ εἰς χεῖρας δέ, πνεῦμά σου τὸ θεῖον παρέδωκας, ἐκπλήξας τοὺς ὁρῶντάς σε, ταῖς ἀπεριτρέπτοις ἐνστάσεσιν· ὅθεν σε τιμῶμεν, μεγάλως ἀριστεύσαντα Σοφέ, καὶ καθελόντα τὸν τύραννον, Οὔαρε τοῖς πόνοις σου.

Ἀλείφουσα μύροις σε, ἡ θαυμαστὴ Κλεοπάτρα, ὑπὸ γῆν κατέθετο, καὶ ναὸν πανάγιον ἀνεδείματο, ἑορτὴν ἄγουσα, θαυμαστὴν Οὔαρε, καὶ πιστῶς σε λιτανεύουσα· ἧς τὸ παιδάριον, νοητῇ στρατείᾳ κατέλεξας, καὶ δόξῃ κατεκάλλυνας, καὶ χοροῖς Ἁγίων συνέταξας· οὗ πὲρ τῆς μερίδος, ἀξίωσον ἡμᾶς τοὺς εὐσεβῶς, τὴν σὴν τελοῦντας πανήγυριν, Μάρτυς ἀξιάγαστε.

Διγαλάκης Ιάσων

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ