ΥΠΕΡΜΑΧΟΥΝΤΑ

Ὑπερμαχοῦντα ὑπὲρ τῆς Χριστοῦ Ἐκκλησίας, ὁ βροτοκτόνος βλέπειν οὐκ ἰσχύων σε, πειρασμοὺς σοι ἐπεκτείνει, ὅμως ἀκλινὴς μεμένηκας, ἀνδρειοφρόνως πρὸς βασιλεῖς σκαιούς, ἀνθιστάμενος καλῶς, πείθων προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ Θεόφανες.

Τῶν σῶν ἀγώνων εἴληφας ἀξίως τὰ γέρα, καὶ στεφηφόρος, νῦν ἐν Οὐρανοῖς μετ' Ἀγγέλων συνευφραίνῃ, ἔνθα Προφητῶν τὸ σύστημα, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων ὄντως στράτευμα μάκαρ, ἔνθα Πατριαρχῶν αἱ χορεῖαι Πάτερ Θεόφανες.

Μὴ ἐπιλάθῃ ἐν ταῖς πρὸς Θεόν σου πρεσβείαις, τῶν ἐκτελούντων, σοῦ τὴν πανσεβάσμιον ἡμέραν ἱεράρχα, πάσης ἀπειλῆς λυτρούμενος, ἀπαγωγῆς τε δεινῆς τῶν ἐναντίων, καὶ θλίψεων πολλῶν, σῴζων καὶ περιέπων ἐκ βλάβης, Πάτερ Θεόφανες.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ