ΟΛΟΣ ΑΝΑΚΕΙΜΕΝΟΣ, ΔΙΑ ΠΑΝΤΟΣ ΤΩ ΚΥΡΙΩ
Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς, καὶ παρρησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε, αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου.
Βίου τὴν τερπνότητα, καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα, μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας, νοὸς ὀξύτητι, καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παρρησίᾳ, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.