Δαυϊτικῶς ὡς ἐκ λάκκου, ταλαιπωρίας Χριστός, καὶ ἐκ πηλοῦ ἰλύος, τῶν εἰδώλων τῆς πλάνης, ἀνήγαγέ σε Μάρτυς· ἔστησε γάρ, ἐπὶ πέτραν τοὺς πόδας σου, τῆς ἑαυτοῦ ἐπιγνώσεως μυστικῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Οὔτε συζύγου ὁ πόθος, οὔτε τῶν τέκνων στοργή, οὐ κηδεστοῦ ἀξία, οὔτε περιουσία, κτημάτων ἢ χρημάτων, σοῦ τὸ στερρόν, τῆς ψυχῆς παρεσάλευσαν, ἀπὸ τῆς Πίστεως ὄντως τῆς εἰς Χριστόν, παμμακάριστε Πολύευκτε.
Καὶ πρὸ τῆς χάριτος Μάκαρ, τῆς σῆς ἀθλήσεως, δικαιοσύνης ἔργοις, ἀληθῶς ἐκοσμήθης· ὅθεν μετὰ ταῦτα, Μάρτυς πιστός, ἠξιώθης γενέσθαι Χριστοῦ, ἐν τῷ ἰδίῳ σου αἵματι βαπτισθείς, εἰς τὸν θάνατον αὐτοῦ εὐσεβῶς.
Τὰ τῶν Ἀγγέλων στρατεύματα, σήμερον χορεύουσιν, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος Πολυεύκτου, καὶ τῶν ἀνθρώπων τὸ γένος, πιστῶς πανηγυρίζει, καὶ χαρμονικὼς ἐκβοᾷ. Χαίροις Πανεύφημε, ὁ τοῦ πολυπλόκου Βελίαρ, τὰ ἔνέδρα τροπωσάμενος, καὶ τῆς νίκης τὸν στέφανον, παρὰ Χριστοῦ ἀναδησάμενος. Χαίροις Στρατιῶτα τοῦ μεγάλου Βασιλέως, καὶ Σωτῆρος ἡμῶν, ὁ τοὺς βωμοὺς τῶν εἰδώλων καταστρεψάμενος. Χαίροις Μαρτύρων ἐγκαλλώπισμα. Πρέσβευε λυτρωθῆναι ἀπὸ πάσης ἀνάγκης, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος, τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.