ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ ΤΟ ΑΔΥΤΟΝ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».
Νοερὰν σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό, Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙ Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.
Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε∙ χαῖρε ὑπέραγνε, χαῖρε τῆς Ἁγνείας, πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας, κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.
Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα∙ χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.
Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος∙ Παραδείσου πύλας, ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι᾿ ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει, καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.