Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.
Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε.
Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος