Δευτέρα 5 Ιανουαρίου 2015

ΥΠΗΛΘΟΝ ΩΣ ΝΥΜΦΩΝΑ ΤΗΣ ΚΑΜΙΝΟΥ

«Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.