ΤΩΝ ΘΥΡΩΝ ΚΕΚΛΕΙΣΜΕΝΩΝ

Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς· Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Μετὰ τὴν Ἐγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ