ΛΑΜΨΟΝ ΜΟΙ ΘΕΑΡΧΙΑ ΤΡΙΣΗΛΙΕ

Λάμψον μοι Θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοῖς τῆς καρδίας ὀφθαλμοῖς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως.

Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῷ Λόγῳ σου τῷ παντουργῷ, καὶ Πνεύματι στόματος τῷ συμφυεῖ, μεθ' ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχίᾳ Θεότητος.

Ὡς ἔπλασας κατ' εἰκόνα με σὴν καὶ ὁμοίωσιν, Θεαρχικὴ, παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον, φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχύϊ καὶ τέλειον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ