ΟΤΕ, ΜΥΡΟΦΟΡΟΡΟΙ ΣΕ ΧΡΙΣΤΕ
Ὅτε, Μυροφόροι σε Χριστέ, λίαν τὸ πρωῒ ἐπεζήτουν, τὴν τῶν ἁπάντων ζωήν, μύρα καὶ ἀρώματα, ἔχουσαι ἤρχοντο, καὶ τῷ πόθῳ δακρύουσαι, ἤκουον ἐκ τάφου, νεανίου λέγοντος· Παύσασθε κλαίουσαι, ὅμως, τῇ ὑμῶν σωτηρίᾳ, χαίρουσαι βοήσατε πᾶσιν· Ὅτι ἐξεγήγερται ὁ Κύριος.
Ἴσμεν, ὦ εὐσχήμων Ἰωσήφ, σὲ Χερουβικὸν καθὼς ἅρμα, τὸν Βασιλέα Χριστόν, ὤμοις σου βαστάζοντα, Σταυροῦ κατάγοντα. Μακαρίζομεν χεῖράς σου, καὶ ὄμματα θεῖα, σέβομεν παλάμας σου, δι' ὧν τὸν Ἥλιον, Λόγον καί Θεὸν ἐπὶ τάφου, φέρων κατατέθεικας· ὅθεν, καὶ τὴν θείαν μνήμην σου γεραίρομεν.
Ὤφθη ἡ πανήγυρις ἡμῖν, τῶν θεοπρεπῶν Μυροφόρων, καὶ Ἰωσὴφ τοῦ σεπτοῦ, ἄλλος ὡς Παράδεισος, πηγὴν παρέχων ζωῆς, τὰ τῆς χάριτος νάματα ὀμβρίζει τῷ κόσμῳ, βρύει τῆς Ἐγέρσεως Χριστοῦ τὰ ῥεῖθρα θερμῶς, στίφη τῶν πιστῶν ἑορτάζει, καὶ κραυγάζει· Δόξα τῷ δόντι, τὴν αὐτοῦ Ἀνάστασιν τοῖς πέρασι.
Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.