Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 14 Μαΐου 2013

ΡΑΔΙΟΥΡΓΙΑΙΣ ΩΕΤΟ

Ῥαδιουργίαις ᾤετο, ὑποκλέπτειν ὁ τύραννος, τῆς σῆς καρτερίας, τὸ στερρὸν καὶ εὔτονον, παμμάκαρ, Ἰσίδωρε, πρὸς τὴν αὐτοῦ κακόνοιαν· ἀλλὰ σὺ θεόφρον, τόν Χριστὸν ἀνεβόας· φοβοῦμαι, ᾧ λατρεύω, προσκυνῶ τε καὶ μέλπω· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁλολαμπὲς ὡς ἥλιος, ἱλαρόν σου τὸ πρόσωπον, τῇ τοῦ μαρτυρίου χαρμονῇ ἐφαίνετο· ἀμνὸς γὰρ ὡς ἄμωμος σφαγιασθεὶς προσήχθης Θεῷ, ὃν ὡς πλαστουργόν, μελῳδικῶς ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοειδὲς τὸ σῶμά σου, τοῖς ποθοῦσιν ἐδείκνυτο, τῆς Ἀγγελικῆς δορυφορούσης τάξεως, ἀστράπτον Ἰσίδωρε, μαρμαρυγαῖς τῆς χάριτος, θαυματοποιΐαις τε ποικίλαις ἐμπρέπον, δωρούμενον ἑκάστῳ, τὰς ἰάσεις ἀφθόνως, καὶ σάλου ἐξαρπάζων, σαφῶς καὶ ἐκ κινδύνων.