ΟΛΗΝ ΣΟΥ ΤΗΝ ΕΦΕΣΙΝ, ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ ΑΝΑΤΕΙΝΑΣ

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, κοσμικὴν τερπνότητα, ὡς μὴ διαμένουσαν καταλέλοιπας, καὶ Χριστῷ πάνσοφε, σεαυτὸν ἀνέθου, ὁλοτρόπως δι' ἀσκήσεως, ἐκκαθαιρόμενος, καὶ καρτερικὴν ἐνδεικνύμενος, τὴν ἔνστασιν Παχώμιε, πρὸς τὰ τῶν παθῶν ὑπεκκαύματα, καὶ τῇ συνειδήσει, μαρτύριον θεόφρον ὑποστάς, ὡς νικηφόρος ἀπείληφας, στέφος τὸ ἀμάραντον.

Σοὶ νῦν ἐξεγένετο, ἐκ πρακτικῆς θεωρίας, διασχόντι σώματος, τὸ παχὺ προκάλυμμα καὶ προσπάθειαν, τῆς σαρκὸς ῥήξαντι, τῷ Θεῷ κραθῆναι, ταῖς ἐκεῖθεν ἀστραπτόμενον, αὐγαῖς καὶ χάρισι, καὶ θεουργικοῖς ἀμαρύγμασι, καὶ νεύσεσι θεούμενον, καὶ τοῖς πρὸς τὸ κρεῖττον ὑψώμασι, καὶ νῦν θεοφόρε, μακάριος γενόμενος Χριστῷ, ἐν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἄπασαν τὴν αἴσθησιν, ὑπεραρθεὶς τῷ Δεσπότῃ, καθαρῶς ὡμίλησας, τῆς σαρκὸς γενόμενος ἔξω πάντιμε, λογισμῷ κρείττονι, τῶν παθῶν κρατήσας, καὶ δαιμόνων τὰ φρυάγματα, καταστρεψάμενος, καὶ καταπατήσας Παχώμιε, καὶ νῦν ἐνδιαιτώμενος, τοῖς ἐπουρανίοις σκηνώμασι, πάντων τῶν τιμώντων, τὴν μνήμην σου μνημόνευε Χριστῷ, ἐν παρρησίᾳ πανόλβιε, Πάτερ, παριστάμενος.

Κρίνον σε ἔρημος ἐξήνθησε Πάτερ, ἅπαντας εὐωδιάζον, ἐξ ἀρετῶν τῆς πράξεως, , καὶ τερπνόν ἐκ σοφίας τῆς ἐκ θεωρίας, ὡς ἐπαμφοτεροδέξιον, καὶ τῇ τοῦ τελείου εὐδοκιμήσει, ἀπολαβὼν τὴν κρείττονα ψῆφον, ἔκ τε του λόγου καὶ τοῦ βίου σου, ἔκ τε τῶν ἔργων καὶ τῆς πίστεως, εὐηρέστησας Χριστῷ τῷ Θεῷ. Αὐτὸν καθικέτευε, Παχώμιε θεόληπτε, καὶ ἡμᾶς εὐαρεστεῖν αὐτῷ, καὶ σὺν σοὶ τυχεῖν τῆς ἄνω κληρουχίας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ