ΘΕΟΣ ΣΟΙ ΘΕΟΔΟΣΙΑ ΓΕΓΟΝΕΝ

Θεὸς σοι Θεοδοσία γέγονεν, ὁδὸς ἀθλήσεως, ἐπὶ Σταυρὸν ἑκούσιον ἐλθών· καθελὼν γὰρ τὸν τύραννον, ὥσπερ στρουθίον παίζεσθαι, ὑπὸ Μαρτύρων ἀπειργάσατο.

Εὐτόνως Θεοδοσία πάντιμε, πρὸς γῆν κατέρραξας, τὸν ἀρχηγὸν τῆς πλάνης καρτερῶς, ἐναθλοῦσα πανεύφημε, καὶ τὸν τῆς νίκης στέφανον, ὡς νικηφόρος Μάρτυς εἴληφας.

Ὁ πάλαι μεγαλαυχίᾳ χρώμενος, νῦν καταβέβληται, σῇ καρτερίᾳ Μάρτυς προσβαλών· τοῦ Σταυροῦ γὰρ τὴν δύναμιν, ἀναλαβοῦσα ᾔσχυνας, ἄμετρα τοῦτον φρυαττόμενον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ