ΑΥΤΗ Η ΚΛΗΤΗ ΚΑΙ ΑΓΙΑ ΗΜΕΡΑ

«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ