Ο ΤΗ ΠΑΛΑΜΗ ΤΗ ΑΧΡΑΝΤΩ ΠΛΑΣΤΟΥΡΓΗΣΑΣ ΤΟΝ ΑΝΘΡΩΠΟΝ

Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ καλυμβήθρᾳ διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.

Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῇς κολυμβήθρας· οὐ γάρ ἐστί μοι τίς ὁ ἐμβάλλων με ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.

Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδὰ πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν, ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν καλυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ