Δεῦτε ἴδετε λαοί, τὸν ἐπὶ θρόνου δόξης ἀνυμνούμενον ὑπὸ λαῶν ἀνόμων βλασφημούμενον καὶ ἰδόντες ὑμνεῖτε, τὸν ἐν Προφήταις Μεσσίαν προρρηθέντα.
Σὺ εἶ ὄντως ὁ Χριστός, ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις, τῶν πατρῴων σφαλμάτων, σὺ ἡ ὄντως ζωὴ τῶν σοὶ πεπιστευκότων.
Ἡ σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης, καθὼς γέγραπται, τῷ ἱερῷ ἐπέστη καὶ ἐδίδασκεν, ὅτι ὄντως αὐτὸς ἦν, ὁ Μεσσίας Χριστός, δι' οὗ ἡ σωτηρία.
Ἐν τοῖς Σάββασι Χριστός, καὶ ἐν ἡμέραις ὅλαις ἐπεδείκνυτο, τὰ τῶν σημείων ἔργα ἐξιωμενος, τοὺς ἐν νόσοις ποικίλαις, ἀλλ' ὁ πλάνος λαός, θυμῷ ἐνεκοτεῖτο.
Τὸν Παράλυτον φησί, τὸν δὲ χρόνοις πλείστοις κατακείμενον, ἐν τῷ Σαββάτῳ οὗτος ἐθεράπευσε, καὶ παρέβη τὸν νόμον, Ἰουδαῖοι Χριστῷ, πικρῶς ἐλοιδοροῦντο.
Οὐ Μωσῆς, ὑμῖν φησί, τὸν νόμον δοὺς κελεύει περιτέμνεσθαι; καὶ ἐν Σαββάτῳ ἄνδρα περιετέμνετο, ἵνα μήπως ὁ νόμος τῶν πατέρων λυθῇ, Χριστὸς τοῖς Ἰουδαίοις.
Οἱ ἀγνώμονες παντί, οἱ ἐν ἐρήμῳ πάλαι παροικήσαντες, τὸν εὐεργέτην φθόνῳ, κατενέσκηπτον βλασφημοῦντες, κινοῦντες, τὰς ἀδίκους γλῶσσας, κενὰ προσμελετῶντες.
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς Υἱότητα, οὐδε Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω, εἰς αἰῶνας.
Πῶς ἐγέννησας εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ὑμνούμενον; ἢ ὡς οἶδεν ὁ μόνος εὐδοκήσας ἐκ σοῦ τεχθῆναι Θεοτόκε.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.