Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 28 Μαΐου 2013

ΙΔΕ ΦΩΤΑΥΓΗΣ, ΕΠΕΣΤΗ ΠΑΝΗΓΥΡΙΣ

Ἴδε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ· πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι' ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος.

Ὥσπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος.

Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε.

Ἤθροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως.