ΧΑΙΡΟΙΣ ΚΩΝΣΤΑΝΤΙΝΕ ΠΑΝΣΟΦΕ

Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε· Χαῖρε χαρὰ τῶν πιστῶν.

Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.

Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου· ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες.

Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ ἐπινεύσει σου.

Ὁ τῶν Ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησεν. Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου, ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω. Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων Βασιλέων, καὶ τοῦ φιλοχρίστου Στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ