ΦΩΤΙ ΤΩ ΘΕΙΩ

Φωτὶ τῷ θείῳ νῦν πλησιάζοντες, πρεσβευτικαῖς αὐγαῖς τὴν Ἐκκλησίαν φωτίζετε, τὴν ἐσκοτισμένην ἐξ ἀγνοίας δεινήν, δόξαν Εἰκονομάχων ἀποδιώξαντες, καὶ τῇ ὀρθοδόξῳ, πρὸς Θεὸν πίστει στηρίξαντες.

Ἐχθρῶν δαιμόνων στίφη διώκετε, καὶ πειρασμῶν ἡμᾶς ἀπολυτροῦσθε μακάριοι, μαλακίας πάσης τε καὶ νοσήματος, τοὺς ἡμῶν τῷ τεμένει πίστει προστρέχοντας, νεύσει ἀπαλλάττετε Θεοῦ, Κάρπε καὶ Πάπυλε.

Ῥοὴν δακρύων μου μὴ ἀπώσησθε, ὦ ξυνωρὶς Ἁγίων Ἀθλοφόρων, ὡς ἔχοντες, παρρησίαν νῦν πρὸς τὸν Δεσπότην Χριστόν· σκότους με ἀφαρπάσαι, τοῦτον αἰτήσασθε, καὶ τοῦ ἀκηράτου φωτισμοῦ καταξιώσατε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ