ΑΡΜΑ ΦΩΤΟΦΟΡΟΝ
Ἅρμα φωτοφόρον ἐδείχθης, ἐπικαθήμενον τὸν Λόγον, τῇ εὐπειθεστάτῃ ψυχῇ σου, καὶ θεοφόρῳ ἐπιφερόμενος, πρὸς σωτηρίαν Ἔνδοξε, ἡνιοχοῦντα τοὺς ὑμνοῦντας σε.
Σοῦ τὴν παμμακάριστον μνήμην, ἐπιτελοῦντες δυσωποῦμεν, πάσης τρικυμίας ῥυσθῆναι, τῇ μεσιτείᾳ τῆς παρρησίας σου, ἣν ὡς Χριστοῦ Ἀπόστολος, ἔχεις Θεόπτα πανσεβάσμιε.
Σήμερον τὴν μνήμην σου πάντες, Θωμᾶ Ἀπόστολε τελοῦμεν, φώτισον ἁγίασον πίστει, πειρατηρίων καὶ περιστάσεων, καὶ παθημάτων πάντοτε, ἀπολυτρούμενος πρεσβείαις σου.