ΠΟΔΩΝ ΜΑΡΤΥΡΕΣ ΚΑΘΗΛΩΣΙΝ
Ποδῶν Μάρτυρες καθήλωσιν ὑπέστητε, κρηπῖσι πανσεβάσμιοι, πορευόμενοι, ἐν ὁδῷ καὶ ᾄδοντες Θεῷ, καὶ κέντρα συντρίψαντες, ὡς χοῦν τῆς ἀσεβείας, εὐσεβῆ πίστιν ἱδρύσατε.
Ὑπὲρ ἥλιον ἀθλοῦντες ἀνελάμψατε, Μάρτυρες ἀξιάγαστοι, καὶ τῆς πλάνης δὲ τῶν εἰδώλων, ἅπασαν ἀχλύν, σαφῶς ἐδιώξατε πιστοῖς, θεογνωσίας φωτισμόν, ἀεὶ δωρούμενοι.
Λαβροτάτην φλόγα μέλλουσαν ἀνάπτεσθαι, τοῦ ταύτῃ ἐμβληθῆναι ὑμᾶς, ἡ πανόλβιος καθορῶσα, ἔκραζε Χριστῷ· Χοροῦ μὴ στερήσῃς με τῶν σῶν, Ἀγαθονίκη Ἀθλητῶν, ὁ τῶν Πατέρων Θεός.