ΤΩ ΚΑΛΑΜΩ ΤΗΣ ΧΑΡΙΤΟΣ, ΕΚ ΒΥΘΟΥ ΜΑΤΑΙΟΤΗΤΟΣ

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος.

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, κατεφώτισας, οὓς ἀναδείξας Ἰάκωβε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, τούτου πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητης ἀληθέστατος.
Ὅλην ἀποθέμενοι, βιωτικὴν τυραννίδα, καὶ πλοῦτον μισήσαντες, καὶ τρυφὴν τὴν ῥέουσαν βδελυξάμενοι, τὸν Σταυρὸν ἤρατε, ὡς ζυγὸν ἔνθεον, καὶ Χριστῷ ἠκολουθήσατε, καὶ πρὸς οὐράνιον, χλόην θαυμαστῶς ἐσκηνώσατε, ἐν οἷς συναγαλλόμενοι, μέμνησθε ἡμῶν τῶν ἐκ πίστεως, ὑμῶν μεμνημένων, καὶ πόθῳ ἐκτελούντων εὐλαβῶς, την ἱεράν καὶ σεβάσμιον, μνήμην ὑμῶν Ἅγιοι.

Ὅλως ἀγαπήσασα, σὲ ἐκ ψυχῆς τὸν Δεσπότην, ὀπίσω σου ἔδραμε, δυὰς ἡ ἀοίδιμος καὶ ὁμόζυγος, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε· διὸ καὶ ἔτυχε, σοῦ τῆς βασιλείας Ἀθάνατε. Αὐτῶν οὖν ταῖς δεήσεσιν, ἱλασμὸν οἰκτίρμον παράσχου μοι, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερον παθῶν, τῶν ἐνοχλούντων μου Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.

Παίδων ἐστερήθητε, τῆς ποθεινῆς ξυνωρίδος, προστάξει τῇ κρείττονι, καὶ τῷ βίῳ μένοντες ἀπαράκλητοι, τὴν φωνὴν ἤρατε, τὴν γενναιοτάτην, τοῦ Ἰὼβ καὶ ἀνεκράξατε. Κύριος ἔδωκε, Κύριος καὶ πάλιν ἀφείλετο. Διὸ καὶ τὸ ποθούμενον, ἔργον εὐχερῶς διηνύετε, καὶ πρὸς ἐρημίας, καὶ τόπους τοὺς Ἁγίους ἐν χαρᾷ, μεταναστεύοντες ὤφθητε, ζεῦγος ἱερώτατον.
Τὴν τοῦ θείου Πνεύματος σαφῶς χάριν δεξάμενος, τῆς ἱερωτάτης χορείας τῶν Ἀποστόλων, συναρίθμιος , Ἰάκωβε γέγονας· ὅθεν καὶ οὐρανόθεν τὴν φερομένην ποτὲ πνοὴν βιαίαν, πυρίνῃ γλώσσῃ ἐμπνευσθείς, τὴν τῶν ἐθνῶν ἀκανθώδη ἔφλεξας ἀθεότητα. Χριστὸν τὸν Θεόν, Θεοκῆρυξ ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ