ΙΣΤΑΣΟ ΑΚΛΟΝΗΤΟΣ, ΦΥΤΟΥ ΚΛΟΝΟΙΣ...
Ἵστασο ἀκλόνητος, φυτοῦ κλόνοις Ὅσιε, ἀρδείαις δακρύων σου, συχνῶς ποτιζόμενος, καὶ μέλπων ἀσιγήτως, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς Θεὸν ἀνέτεινας, ὅλην τὴν καρδίαν σου, δοχεῖον ἐτέλεσας, τῶν θείων χαρισμάτων, θεοφόρε εἰς αἰῶνας.
Ἴθυνας τὸν βίον σου, πρὸς τὸ θεῖον θέλημα, ἔφθασας ὡς ἤλπισας, τὴν ἄνω μητρόπολιν, ἐν ᾗ τὸ σὸν ἐκτήσω, πολίτευμα θεόφρον.
Σὲ φωτοειδέστατον, Πάτερ χρηματίσαντα, ἄνθρακας κατέχοντα, παλάμαις ὡς ἔβλεψεν, ὁ ἄναξ κατεπλάγη, καὶ πεσὼν σοι προσεκύνει.