Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δεῦτε πάντες οἱ πιστοί, τῶν Ἁγίων πάντων, ἐν ψαλμοῖς καὶ τὴν πανένδοξον μνήμην, ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, Ἀποστόλους, Προφήτας, καὶ Μάρτυρας, Ἱεράρχας, Διδασκάλους τε καὶ Ὁσίους, Ἀσκητὰς καὶ Δικαίους, καὶ τῶν ἁγίων Γυναικῶν τὸ φιλόθεον σύστημα, σεβασμίως μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· Ὑπεράγαθε Χριστέ, ὁ Θεὸς ἡμῶν, ταῖς αὐτῶν πρεσβείαις παράσχου εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ καθαρῷ συνειδότι, ἀναβοήσωμεν λέγοντες· Χαίρετε Προφητῶν ὁ σύλλογος, οἱ τὴν ἔλευσιν Χριστοῦ τῷ κόσμῳ κηρύξαντες, καὶ τὰ πόρρω ἐγγὺς προβλέποντες. Χαίρετε Ἀποστόλων ὁ χορός, οἱ τῶν ἐθνῶν σαγηνευταί, καὶ ἁλιεῖς τῶν ἀνθρώπων. Χαίρετε Μαρτύρων ὁ δῆμος, οἱ ἐκ περάτων γῆς συναθροισθέντες εἰς μίαν πίστιν, καὶ ὑπὲρ ταύτης βασάνων αἰκισμοὺς ὑπομείναντες, καὶ τελείως τὸν τῆς ἀθλήσεως στέφανον εἰληφότες. Χαίρετε Πατέρων ὁ μελισσών, οἱ τὰ ἑαυτῶν σώματα τῇ ἀσκήσει κατατήξαντες, καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, τὸν νοῦν θείῳ ἔρωτι ἐπτερώσατε, εἰς οὐρανοὺς ἐνέπτητε, καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύετε τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ' ὦ Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς ἐν πίστει, καὶ πὀθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.
Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί· προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ μυστικός, ἐξ ἡδέων ἐδεσμάτων εὐφροσύνης πλήρης, αἱ τῶν Μαρτύρων ἀρεταί· οὗτοι γὰρ οἱ καρτερόψυχοι, ἐκ τῶν περάτων τῆς γῆς, τῶν τοῦ σώματος ἄκρων, ἑτεροπόνους αἰκισμούς, τῷ Θεῷ προσήνεγκαν, θυσίαν λογικήν, πᾶσαν ἀκμήν ἡλικίας, οἱ μὲν τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἕτεροι δὲ χειρῶν διαιρέσεις, καὶ πάσης ἁρμονίας ἅμα, πάντες οἱ Ἅγιοι τῶν τοῦ Χριστοῦ παθημάτων κοινωνοὶ γεγόνασιν. Ἀλλ' ὦ στεφάνους αὐτοῖς ἀμοιβὰς βασάνων δεδωκώς, Κύριε, κατ' ἴχνος τούτων πολιτεύεσθαι ἀξίωσον ἡμᾶς, ὡς φιλάνθρωπος.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.