Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 17 Ιουνίου 2011

ΜΕΓΑΛΩΝ ΧΑΡΙΣΜΑΤΩΝ ΑΞΙΩΘΕΙΣ

Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἴσαυρε, ἀποσοβεῖς, δαίμονας καὶ νόσους παντοδαπάς, καὶ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κἀμοὶ παράσχου, εἰρήνην καὶ ὑγείαν, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

Ὁ θεῖος καὶ σεβάσμιός σου ναός, τὸ πολύτιμον ἅγιον σῶμά σου, ὡς θησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κἀγὼ τῶν θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῷ θείῳ τάφῳ σου.

Ἰδοὺ Μάρτυς Κυρίου καλῶς καμών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου. Πρόστηθι οὖν, πάντοτε θεόφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φύλαττε, σῷζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ, κἀμοῦ τοῦ σοῦ οἰκέτου μέμνησο.