ΑΘΛΗΤΙΚΑΙ ΕΝΣΤΑΣΕΙΣ ΕΠΙ ΤΩ ΣΚΑΜΜΑΤΙ

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας· καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης· ἐξέστησαν τυράννους καὶ βασιλεῖς οἱ σοφοὶ, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ. Ὁ ἐνισχύσας αὐτοὺς Κύριε δόξα σοι.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεὸς σῶσον τὰς ψυχὰς ἡμῶν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις, καὶ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. ΤΟ

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ