Ὡς ὑπέρλαμπρον ὁ Χριστός σου εὑρών, ψυχῆς τὸ καθαρὸν σκήνωμα Ὀνούφριε, ἐνοίκησεν ἐν σοί καὶ θέσει Θεὸς γεγονὼς, συμβασιλεύεις αὐτῶ αἰωνίως, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε τῶν ὀρθοδόξων πληθύς, τὸν τῆς Τριάδος, λειτουργὸν τὸν θειότατον, Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες, οὕτως εἴπωμεν ἀστὴρ ὁ φανότατος, ἡ κυπρίζουσα ἄμπελος, περιστερά τε, ἐν ἰλύσι μὴ μείνασα, ὁ πανθαύμαστος, ὀχετός τε τοῦ πνεύματος, ῥόδον ἱεροχούντιον, ξεόμενον ἄρωμα, καὶ εὐωδίαν ἐκπέμπων, πνευματικὴν ἐν τοῖς πέρασι Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῶ μόνῳ προσομιλεῖν ἐπεπόθησας ὅθεν κόσμον καταλιπών, φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, σεαυτὸν ἐμπορευόμενος μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε ὅσιε.
Xαίροις τῶν ἀσκητῶν καλλονή, γεγενημένος καὶ ἀήττητος πρόμαχος, παθῶν γὰρ ἐκτέμνων ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑττοστὰς ἀνδρείως ἐθριάμβευσας, αὐτῶν τὴν ἀσθένειαν, καὶ ψυχόλεθρον πλάνησιν, τὴν τοῦ σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν, ἥν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ττολεμοῦντάς σε Πάτερ, ττνευματοφόρε Ὀνούφριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χαίροις ὁ τοῦ Χριστοῦ μου ἀγρός, ὁ τετραπλόοις πεπλησμένος ἀρώμασι, σοφίᾳ τε καρτερίᾳ, καὶ παρθενίᾳ σαφῶς, καὶ ἀσκήσει θείᾳ ἐγκοσμούμενος• ἡ γῆ ἡ τοῦ Πνεύματος, ἀγαθή τε καὶ εὔπιος, ἡ τὸν καρπόν γε, διαδίδουσα ἄρτιον, ἡ φιλέρημος, ἀηδὼν ὁ Ὀνούφριος ὕδωρ φιλανθρωπίας τε, ἐφ' οὗ ἐπεφέρετο, τὸ σὺν Πατρὶ θεῖον Πνεῦμα, τὸ δι' Υἱοῦ χαριζόμενον θερμῶς ὅ δυσώττει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἐνδυναμωθεὶς ἐν Κυρίῳ τῶ Θεῶ, κατὰ τὸν ἔξοχον φημί Ἀπόστολον, θεοφόρε Πατήρ ἡμῶν Ὀνούφριε, καὶ ἐνδυθεὶς τὴν πανοπλίαν τοῦ Θεοῦ, ἐξῆλθες εἰς ἄμυναν τὴν κατὰ τῶν ἐχθρῶν τὴν γὰρ ὀσφὺν περιζωσάμενος, καὶ εὐαγγελικῶς ὑποδυσάμενος τοὺς πόδας, τὸν τῆς δικαιοσύνης θώρακα ἐνέβαλες, καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν καὶ ὡς στρατιώτης εὐσθενής, εἰς τὴν συμπλοκὴν καθώρμισας τοῦ διαβόλου, τὸν θυρεὸν ἐν ταῖς χερσὶ κατέχων τῆς πίστεως• ἀλλὰ σττεῦσον καὶ ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ ἀνθρωττοκτόνου ἀττάλλαξαι, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ὅσιε Πάτερ, τοὺς τὴν μνήμην σου δοξάζοντας.
Ἀνέτειλεν ἡμέρα εὐφροσύνης, καί ἑορτὴ πανσεβάσμιος, τοῦ ἱεροῦ Ὀνουφρίου τὴν οἰκουμένην πᾶσαν, τῶ φωτὶ τῶν ἀρετῶν αὐτοῦ καταυγάζουσα ὅθεν πάντες ὕμνοις, χρεωστικῶς ἀνυμνήσωμεν λέγοντες· χαίροις τῆς ἐρήμου οἰκήτωρ δεξιός, καὶ τοῦ οὐρανοῦ πολίτης ἱερός, ὁ ἐν σώματι Ἂγγελος, καὶ ἐν οὐρανοῖς ἄνθρωπος χαίροις ὁ τῆς οἰκουμένης, παμφαής φωστὴρ καὶ χρυσαυγής χαίροις τῶν μοναζόντων τὸ καύχημα τὸ θεῖον, καὶ τῶν ἐν κινδύνοις ὁ βοηθός καὶ ρύστης καὶ νῦν Ὀνούφριε Πατήρ ἡμῶν, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὅσιε Πάτερ Ὀνούφριε, ὡς φρόνιμος ὄφις, διὰ τοῦ στενοῦ καὶ ἐπιπόνου, τῶν ἀσκητικῶν σου γυμνασμάτων, ἀποσεισάμενος τὸ παλαιὸν ἔνδυμα, ὤφθης ἀνακαινιζόμενος καὶ τῶ ὕψει τῶν ἀρετῶν ἀναβάς, ὡς ἀετὸς πρὸς τὸν λίβανον, φέρων τὰ πτερὰ τῶν δακρύων καὶ τῆς προσευχῆς, ἀνῆλθες πρὸς οὐρανὸν διὰ τῆς ἄνω θεωρίας, καὶ συνηρμόθῃς τῶ Θεῶ, ὡς ὁ θεσπέσιος Παῦλος, ὧ περ μὴ ἀποκάμῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἁγίαν μνήμην σου.
Ὅσιε Ὀνούφριε, τῆς στεῤῥοτάτης ἀσκήσεως, ἐν τῆ καυστικῆ καὶ ἐπιπόνῳ διατριβῆ, ὡς ἐν ἀδύτοις ἀναπαυόμενος διετέλεσας· τοῖς ἐρημικωτέροις γὰρ ἑαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονώς, συναυλίζῃ Ἀγγέλοις ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν, μεθ' ὧν πρέσβευε Χριστῶ τῶ Θεῶ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Tὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν, καὶ τῶν ἀρετῶν τῶν ἀσκητῶν τὸ καύχημα, φιλέορτοι τιμήσωμεν πεφυτευμένος γὰρ ἐν τῶ οἴκῳ Κυρίου, ἐξήνθησε δικαίως• καὶ τῶν θαυμὰτων ταῖς ἀκτῖσι, τὰ πέρατα διείληφε τῆς γῆς, ἀγγελικῶς βιώσας Ὀνούφριε, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.