ΕΞ ΟΡΟΥΣ ΚΑΤΑΣΚΙΟΥ, ΛΟΓΕ Ο ΠΡΟΦΗΤΗΣ, ΤΗΣ ΜΟΝΗΣ ΘΕΟΤΟΚΟΥ

Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.

Ἔχων τὴν ψυχήν, ἀΰλῳ φωταυγείᾳ, Μάρτυς καὶ ποιμήν, φαιδρῶς αὐγαζομένην, δικαστικῶν πρὸ βημάτων ἔστης ἀνδρείως, ὁμολογῶν Θεοῦ τὴν σάρκωσιν.

Μύστης Ἱερεύς, καὶ Μάρτυς στεφηφόρος, στῦλος ἀκλινής, καὶ βάσις εὐσεβείας, καὶ ἀληθείας ἑδραίωμα ἐγνωρίσθης, τῇ Ἐκκλησίᾳ, Μάρτυς Βλάσιε.

Ἄρνας λογικούς, ἐποίμανας ὁσίως, θῦμα δὲ δεκτόν, προσήχθης τῷ Δεσπότῃ, ὁλοκαυτούμενον ἄνθραξι μαρτυρίου, Ἱερομύστα πανσεβάσμιε.

Ῥήσει σου σοφῶν, χειλέων ἀπεφράγη, χείλη πονηρά, λαλοῦντα βλασφημίαν, εἰς τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, Ἱεροκήρυξ ἀξιάγαστε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ