ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἀλλήλους συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαρρεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοὺς αἰκισμούς, ἤνεγκαν βοῶντες οἱ Ἀθληταί· Ἴδε καιρὸς εὐπρόσδεκτος, στῶμεν καὶ νικήσωμεν τὸν ἐχθρόν· Χριστὸς γὰρ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι' ἡμᾶς παθεῖν ἑλόμενος.

Ὑψώθης ἐπὶ ξύλου Λόγε Θεοῦ, καὶ Μαρτύρων ἀγέλας ἀνείλκυσας, πρὸς ἑαυτόν, πάθος εἰκονίσαντας καὶ σφαγήν, ἣν ἑκουσίως Δέσποτα, εἵλου εὐσπλαγχνίᾳ, τῇ καθ' ἡμᾶς· διὸ σε οἱ γενναῖοι, ποθήσαντες ὁπλῖται, ὡς ἱερεῖα σφαγιάζονται.

Χριστῷ συμβασιλεύειν διαπαντός, ἀθλοφόροι πανεύφημοι, Μάρτυρες περιχαρῶς, καταξιωθέντες ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τῷ Ποιμενάρχῃ τὴν ψυχικήν, αἰτεῖσθε σωτηρίαν, καὶ πᾶσι τοῖς ἐν πίστει, ἀνευφημοῦσιν ὑμᾶς σήμερον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ