ΕΜΦΙΛΟΣΟΦΩΤΑΤΑ ΤΟΝ ΝΟΥΝ, ΛΕΟΝ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Ἐμφιλοσοφώτατα τὸν νοῦν, Λέον παμμακάριστε, σὺ τῶν παθῶν αὐτοκράτορα, ἀπεργασάμενος, ἀρετῶν ἰδέαις, καὶ ἠθῶν σεμνότητι, εἰκόνα τῆς ψυχῆς ἐζωγράφησας· διὸ αἰτοῦμέν σε, ὡς Ποιμένα καὶ Διδάσκαλον, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτήσασθαι.

Θρασύτητα Λέοντος Χριστοῦ, δυνάμει πανόλβιε, δυναμωθεὶς οὐ κατέπτηξας, ἀλλ' ἐξεφαύλισας, Ἱεράρχα τούτου, τῆς ψυχῆς τὸ ἄστατον, καὶ γνώμην ἀληθῶς τὴν ἀγνώμονα, καὶ τῆς αἱρέσεως, τὴν τελείαν ἀθεότητα, καὶ τῶν τρόπων, τὸ δόλιον φρόνημα.

Προσθήκη ἐγένου τοῖς Πιστοῖς, Ἱερεῦ πανόλβιε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι· καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀρραγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, ὀρθοδοξότατα, δογματίζων καὶ σαφέστατα, τοῦ Κυρίου, τὴν ἄφραστον γέννησιν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ