ΤΟΝ ΖΟΦΟΝ ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ, ..... ΟΥ ΓΝΩΜΗ ΠΕΡΙΕΡΓΩ
Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα, Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».
Νοῒ κεκαθαρμένῳ, παρεστὼς τῇ Τριάδι μακάριε, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι πυρσευόμενος Πάτερ, τοὺς ἐν σκότει ἡμᾶς κινδυνεύοντας, τῶν ψυχικῶν παθημάτων, φωτίζεις ἑκάστοτε.
Τὴν σάρκα ἐγκρατείᾳ, τὴν ψυχὴν ἀπαθείᾳ κοσμούμενος, τοῦ Βασιλέως των ὅλων, θεράπων ἐγνωρίσθης, καὶ παρ' αὐτοῦ ἐναργεῖς, τὰς τῶν θαυμάτων ἐδέξω, Τιμόθεε χάριτας.
Οὐ γνώμῃ περιέργῳ, ἀλλ' ἀπλάστῳ καρδίᾳ αἰτήσασα, ἡ προσελθοῦσά σοι στεῖρα, διὰ πιστοῦ οἰκέτου, εὔτεκνος δείκνυται ἐξ ἀτεκνίας, ὑμνοῦσα Χριστὸν τὸν Θεόν ἡμῶν.