ΥΠΕΡ ΤΟ ΖΗΣΑΙ ΠΑΜΜΑΚΑΡ ΘΑΝΕΙΝ ΠΡΟΘΕΜΕΝΟΣ

Ὑπὲρ τὸ ζῆσαι Παμμάκαρ θανεῖν προθέμενος, τὴν τοῦ Χριστοῦ εἰκόνα, προσκυνεῖσθαι προστάττεις, καὶ πάντων τῶν Ἁγίων· ὅθεν λοιπὸν αἱρετιζόντων τὰ στόματα, Δαυϊτικῶς ἐνεφράγη, κατὰ Θεοῦ, τῶν λαλούντων ἀδικίαν πολλήν.

Φιλαργυρίας τὴν νόσον ἀποσεισάμενος, τὸν θησαυρὸν τῆς ἄνω, βασιλείας ἐκτήσω, Ὅσιε θεόφρον· ὅθεν πιστῶς, ἡ σορὸς τῶν λειψάνων σου, τοῖς προσιοῦσι παρέχει θεοπρεπῶς, τὰ ἰάματα ἀοίδιμε.

Ταῖς ἐντολαῖς τοῦ Κυρίου πολιτευόμενος, ὑπογραμμὸς ἐδείχθης, τῷ ποιμνίῳ σου Πάτερ, Ταράσιε τρισμάκαρ· ὅθεν καὶ νῦν , ταῖς διδαχαῖς σου φρουρούμεθα, ἀλλὰ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς.

Τὸν ἀληθῆ Ἱεράρχην, καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ᾽ αὐτοῦ λαβόντα, τὴν τοῦ Πνεύματος χάριν, τιμήσωμεν ἀξίως Ταράσιον νῦν , τὸν σοφὸν ἀρχιποίμενα· ὡς παρρησίαν γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ