ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ....ΠΑΤΕΡ ΠΡΟΚΟΠΙΕ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν».

Ἀθλεῖν νομίμως Σοφὲ ἑλόμενος, τῶν παθῶν ὁρμὰς δι' ἐγκρατείας ἐνέκρωσας, καὶ σαρκὸς σκιρτήματα θεράπον Χριστοῦ· ὅθεν τῆς ἀπαθείας, νῦν τὴν ἀνώλεθρον, σύν ταῖς ἀσωμάτοις Στρατιαῖς, εὗρες ἀπόλαυσιν.

Κριτῇ δικαίῳ φαιδρῶς παρίστασαι, ὡς νικητὴς στεφάνους ἀμαράντους δεξάμενος, ἐκτενῶς Προκόπιε δεόμενος, ὑπὲρ τῶν ἐκτελούντων, σοῦ τὴν πανίερον, μνήμην καὶ τὴν θείαν ἑορτήν, τῆς μεταστάσεως.

Αὐγαῖς τρισὶ νῦν καταλαμπόμενος, ταῖς ἐκ μιᾶς ἀφράστως προϊούσαις Θεότητος, πανολβίου λήξεως ἠξίωσαι, καὶ τερπνῆς θυμηδίας, συναγαλλόμενος, ταῖς ὑπερκοσμίαις Στρατιαῖς, Πάτερ Προκόπιε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ