ΘΥΣΩ ΣΟΙ ....
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Δολίαις, γυναικὸς λαλιαῖς σοι προσέβαλεν, ὡς τῷ Προπάτορι πάλαι, δυσμενὴς ὁ ὄφις, ἀλλ' ἐπινοίᾳ, τῇ σοφῇ σου, κατηργήθη αὐτοῦ τὰ σοφίσματα.
Ῥαδίως, διοδεύσας τὴν τρίβον τὴν φέρουσαν, πρὸς τὰς ἐκεῖ καταπαύσεις, οὐκ ἐπαύσω Πάτερ διέρχεσθαι, τὰς ἐρήμους, καὶ τὰς πόλεις πολλοῖς ἀγωνίσμασιν.
Ὄρεσι, καὶ θαλάσσαις σαυτὸν ἀπεμάκρυνας, τὸ τῆς ἁγνείας καλόν σου, ἱεραῖς μελέταις καρπούμενος, καὶ στεφάνων, λαμπροτάτων Σοφὲ ἀξιούμενος.
Μέλη σου, τῇ πυρᾷ καταφλέγεσθαι δέδωκας, τὰς ὑπεκκαύσεις σβεννύων, ἡδονῶν τῇ δρόσῳ τοῦ Πνεύματος, θεοφόρε, μοναστῶν ἀκλινέστατον ἔρεισμα.