ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ...

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Λάμπεις νῦν Μύστα τοῦ Χριστοῦ, εὐπρεπείας ἐν στεφάνῳ κοσμούμενος, καὶ ὡς πιστὸς ἱερεύς, δικαιοσύνην ὄντως ἐνδέδυσαι, καὶ Παραδείσῳ τῆς τρυφῆς, χορεύων θεσπέσιε, ὑπὲρ τῆς Ποίμνης σου, τὸν Δεσπότην ἐκτενῶς καθικέτευε.

Ἔνθα νῦν τῶν Πατριαρχῶν, προεδρεῖαί τε καὶ θρόνοι καὶ τάγματα, ἐπαξίως Πάτερ Λέον πανόλβιε, σὺ ἐσκήνωσας, ὡς Πατριάρχης ἀληθής, καὶ πίστει καὶ χάριτι, καταλαμπόμενος· διὸ πάντες σε ἀεὶ μακαρίζομεν.

Κλύδωνος ἐκ βιοτικοῦ, ἀποστὰς σὺ τῷ Χριστῷ προσεπέλασας, Λέον πανάριστε, ἐν τόπῳ χλόης ἀναπαυόμενος· ἔνθα χειμάρρους τῆς τρυφῆς, καὶ φῶς τὸ ἀνέσπερον, καὶ ἡ ἀνέκφραστος, εὐφροσύνη καὶ χαρὰ διαμένουσα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ