Η ΕΜΨΥΧΟΣ .....ΤΩ ΤΟΚΩ ΣΟΥ

Ἡ ἔμψυχος κόλχος, χαῖρε, Δέσποινα, ἡ κογχύλη σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ· ἐρυθράν ἀλουργίδα τῷ τοῦ παντὸς Βασιλεῖ πορφυρώσασα· τὴν γύμνωσιν τήν τοῦ Ἀδὰμ ἡ καλύψασα, χαῖρε, Πανύμνητε.
Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων φυσικῶς ὁ αἰσθητὸς οὗτος ἄρτος, χριστιανῶν δὲ καρδίας στηρίζει τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα· ἐντεῦθεν καὶ χαρμονικῶς πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.
Λυχνία, χαῖρε, ἡ χρυσαυγίζουσα· κιβωτὸς ἡ θεοχώρητος, χαῖρε· χαῖρε, σκηνή·χαῖρε· ἅγιον ὄρος· χαῖρε, τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε· παλάτιον, χαῖρε, Θεοῦ· χαῖρε, τέμενος θεῖον, πολύφωτον.
Ὑπέραγνε, ὑπεράμωμε, χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος· χαῖρε, κοινὴ τοῦ ἀνθρωπίνου γένους φιλοτιμία καὶ χάρις θεόσδοτος τὴν φύσιν, χαῖρε, τῶν βροτῶν ἡ τιμήσασα, Κόρη, τῷ Τόκῳ σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ