Τίμιος ὁ θάνατος ἐδείχθη, τῶν θείων Ἀθλοφόρων, σοῦ Θεὲ τῶν ὅλων ἐναντίον, οὓς περ σαφῶς, ἰατρεῖον ἄμισθον, τοῖς νοσοῦσιν ἐναπέδειξας.
Ὑψώσαντες χεῖρας καὶ καρδίας, ὑψηλοτάτῃ γνώμῃ, πρὸς τὸν Ὕψιστον ἀνδρειοφρόνως, τοῦ πονηροῦ τὰς ἐπάρσεις Μάρτυρες, θεοφόροι κατερράξατε.
Ῥείθροις τῶν σεπτῶν ὑμῶν αἱμάτων, εἰδωλικῆς ἀπάτης, ἐξηράνατε θάλασσαν ὄντως, καὶ τὴν Χριστοῦ, Ἐκκλησίαν Μάρτυρες, κατηρδεύσατε θεόφρονες.