ΧΕΙΛΕΣΙ ΚΑΘΑΡΟΙΣ, ΥΜΝΕΙΤΕ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.
Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Ὤφθης τοῖς Ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, δι' αὐτῶν ἐγκαινίζων, ἡμῖν τὸ θεῖον Πνεῦμά σου.
Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις, ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.
Νέμεις ὦ Λυτρωτά, εἰρήνην τῷ λαῷ σου, καὶ ὀφλημάτων λύσιν, πρεσβείαις τῆς πανάγνου, καὶ μόνης Θεομήτορος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ