ΟΙ ΛΟΓΟΙ ΤΟΥ ΛΟΓΟΥ ΩΣ ΟΝΤΩΣ ΠΗΓΗΝ, ΑΝΥΜΝΟΥΣΙ

Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

Ὑπῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου.

Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σὺ παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι ἀλλ' ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν καὶ ῥητόρων κομψότης.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ