Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ
Ὢ τοΰ παραδόξου θαύματος! ὡς ἀστέρες λαμπροί, ἐκ τῆς γῆς ἀνέτειλαν, οἱ Μάρτυρες τοῦ Χριστοῦ, κόσμον εὐφραίνοντες. Λαμπρύνθητι μυστικῶς, τῇ τούτων αἴγλῃ ἡ Λέσβος χορεύουσα· εὐφράνθητι σὺν αὐτῇ, ἡ τοῦ Θεοῦ Ἐκκλησία κραυγάζουσα· Χαίροις Ῥαφαὴλ θέοφρον, Ἀθλητῶν ἀγλάισμα, καὶ Νικόλαε Μάρτυς, καὶ Εἰρήνη καλλιπάρθενε.
Βαβαὶ τῶν σῶν μυστηρίων Χριστέ! σὺ γὰρ ἐξ ἐγκάτων, τῆς γῆς ἐφανερωσας, εἰς στήριγμα τῶν πιστῶν, καὶ μέγα καύχημα, τοὺς πάλαι ὑπὲρ τοῦ σοῦ, περιφανῶς ἠθληκότας ὀνόματος, τὸν ἔνδοξον Ῥαφαήλ, καὶ σὺν Εἰρήνῃ τὸν θεῖον Νικόλαον. Ὅθεν τούτων τοῖς λειψάνοις, πίστει καταφεύγοντες, ἐξ αὐτῶν πᾶσαν δόσιν, κομιζόμεθα σωτήριον.
Ὑμῶν τιμῶμεν τὴν εὕρεσιν, Ῥαφαὴλ τρισμάκαρ, καὶ θεῖε Νικόλαε, τὴν μνήμην ὑμῶν λαμπρῶς, ἄγοντες σήμερον· ὁράσεσι γὰρ πολλαῖς, καὶ ἐνυπνίοις φαινόμενοι Ἅγιοι, ἐκφαίνετε τοῖς πιστοῖς, τῶν κεκρυμμένων τὴν γνῶσιν ἑκάστοτε, καὶ καθ' ὕπαρ παραδόξως, πρόσωπον πρὸς πρόσωπον, ὀπτανομενοι πάντας, καταπλήττετε τοῖς θαὺμασι.