ΜΑΚΑΡ ΘΕΟΠΤΑ ΙΑΚΩΒΕ

Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητήν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε.

Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον.

Ἄρχων κατεστάθης Ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περὶ σοῦ ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος, καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ